Add parallel Print Page Options

εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ [a]αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ [b]Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. ὅτι ὁ θεὸς ὁ εἰπών· Ἐκ σκότους φῶς [c]λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ [d]Χριστοῦ.

Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν [e]τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:4 αὐγάσαι WH Treg NIV ] + αὐτοῖς RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:5 Χριστὸν Ἰησοῦν WH Treg RP ] Ἰησοῦν Χριστὸν NIV
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:6 λάμψει WH Treg NIV ] λάμψαι RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:6 Χριστοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP NA
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:10 τοῦ WH Treg NIV ] + κυρίου RP